Experience YourListen.com completely ad free for only $4 a month. Upgrade your account today!

Venemus`s Uploads

  • 09-01-2016 Εἰσβολὴ εἰς πανδοκεῖον Αἰγυπτίον Ἐν τῇ πόλει Οὑρχάδα (Hurghada) τῆς Αἰγύπτου παρὰ τὸν Ἀράβιον Κόλπον κειμένῃ δύο ἄνθρωποι ὠπλισμένοι εἰς πανδοκεῖόν τινα εἰσβαλόντες τρεῖς ξένους μαχαίραις ἔκοψαν. Εἰκὸς δὲ τοὺς τοῦτο πεπονθότας ἀπὸ τῆς Αὐστρίας τε καὶ Σουηδίας εἶναι. Τὰ δὲ τραύματα αὐτῶν δεινά οὔκ ἐστιν. Οἱ οὖν δύο κακοῦργοι εἰσέβαλον εἰς τὸ τρίκλινον τοῦ πανδοκείου μάχαιρας καὶ πιστόλια ἔχοντες. Εἰκὸς δὲ αὐτοὺς ἐν νῷ ἔχειν τοὺς ξένους αἰχμαλώτους λαβεῖν. Ἀλλὰ οἱ φύλακες αὐτοὺς κατέλαβον κωλύοντες τοῦτο ποιῆσαι. Τὸν μὲν ἀπέκτειναν, τὸν δὲ τεθρωσμένον ἀπήγαγον. Ὁ δὲ ἕτερος τῶν κακούργων κατὰ τὸ ἐφημεριστήριον Associated Press φοιτητής ἐστιν εἴκοσι καὶ ἑνὸς ἐνιαυτῶν ἐν τῇ πόλει Καΐρῳ τῆς Αἰγύπτου οἰκῶν.
    Venemus 00:01:26 70 0 Downloads 0 Comments
Venemus
  • Venemus
  • profile viewed 83 times
  • message share profile
X